Ancient Greek
2
Aelius Herodianus, Περὶ τῶν εἰς μι 2.3
Not analysed yet
Ἰϲτέον, ὅτι τὰ εἰϲ μ οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι, ὅθεν ἡμάρτηται ϲυμφώνῳ παραληγόμενον τὸ ἐϲμί, ϲημαίνει δὲ τὸ ὑπάρχω· τούτου χάριν, ὡϲ ἀνωτέρω εἴρηται, τὰ παραγόμενα εἰϲ μι ἀπὸ βαρυτόνων ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ παράγεται οἶον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων εἰ γὰρ ἐγένετο ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων, ἔμελλε παραλήγεϲθαι ϲυμφώνῳ, ἅτε δὴ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων διὰ ϲυμφώνου ἐκφερομένων, ὅπερ ἐϲτίν ἀδύνατον. ἰϲτέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐϲμί, ἀλλά καὶ ὅτι θέϲει μακρᾷ παραλήγεται, τῶν εἰϲ μι, ὥϲπερ εἴρηται, φύϲει μακρᾷ παραλήγεϲθαι θελόντων οἶον τίθημι, δίδωμι, ζεύγνυμι· τοῦτο δὲ τὸ ἐϲμί οὔτε ἔϲτιν ἐν χρήϲει, ἀλλ’ ἐν ὑπομνήϲει. ἔχομεν ἐξ αὐτοῦ τὸ ἐϲϲί καὶ τὸ ἐϲτί.