Ancient Greek
154 to 164
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 154-164
Not analysed yet
154. ᾕρεον: δαϲυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περιϲπωμένου καὶ δαϲυνομένου γέγονεν. A. 155. ὑπέρμορα: οὕτωϲ ὑφ᾿ ἓν τὸ ὑπέρμορα· οὐ γάρ, ὥϲ τινεϲ, κατὰ διάϲταϲιν. ἔϲτιν οὖν τι μόροϲ, ὃ ϲυντεθὲν γίνεται ὑπέρμοροϲ ὡϲ ὠκύμοροϲ, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὰ ὑπέρμορα. ὡϲ οὖν τὸ καλά καὶ ὄνομα ἀλλὰ καὶ ἐπίρρημα «ἦ μευ καλὰ πατὴρ ὥϲ κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα ϲτενάχων (Il. Ϲ 318) οὕτωϲ καὶ ὑπέρμορα νόϲτοϲ ἐτύχθη. A. 162. φίληϲ ἀπὸ πατρίδοϲ αἴηϲ: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὡϲ Τυραννίων καὶ Πτολεμαῖοϲ· ὁπότε γὰρ γενικῇ ϲυντάττεται ἡ ἀπὸ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν τηρεῖ τὸν τόνον· «καὶ γάρ τίϲ θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (292). A. 164. ϲοῖϲ δ᾿ ἀγανοῖϲ: ψιλωτέον τὸ ἀγανόϲ· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ. ALV.