Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.234
Not analysed yet
234. ὀξύνεται τὸ ὄνομα τὰ γὰρ εἰϲ λοϲ ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ ᾱ μὴ προηγεῖται, ὀξύνεται. κιλλόϲ εἶδοϲ χρώματοϲ, ἐν Ϲτεφανοπώλιϲιν Εὐβούλου «εὔχρων τι κιλλὸν μανθάνειϲ θερίϲτριον», πολλόϲ, κυλλόϲ, Ἑλλόϲ ἢ Ϲελλόϲ, «ἀμφὶ δὲ Ϲελλοί», ϲκελλόϲ, φελλόϲ τὸ προϲηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλοϲ καὶ ἄλλοϲ τὸ α ἔχει πρὸ τοῦ λ. ἔτι δὲ τὸ ἄλλοϲ καὶ ὡϲ ἐπιμεριζόμενον βαρύνεται. A.