Ancient Greek
16.185 to 16.224
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.185-224
Not analysed yet
185. Ἀρίϲταρχοϲ προπαροξύνει ἀκάκητα οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπεριϲπῶϲιν. ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. A. 207. ταῦτα μ᾿ ἀγειράμενοι θάμ᾿ ἐβάζετε: ἐπὶ τὴν τᾱ ϲυλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐϲτιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω καὶ Ἀρίϲταρχοϲ. ὁ μέντοι Κρατήτειοϲ Ἑρμείαϲ τὸ ἅμα λέγει ἐγκεῖϲθαι. οὕτω δὲ δώϲει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουϲαν οὕτωϲ. A. 211. ἄρθεν: Ἀρίϲταρχοϲ δαϲύνει. δεῖ δὲ ψιλοῦν, ὡϲ ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδίᾳ (136), διαλαμβάνοντεϲ περὶ τοῦ «ἄρϲαντεϲ κατὰ θυμόν». A. 224. οὔλων ὡϲ δούλων· προείρηται δὲ ἡμῖν τὰ τῆϲ ἀναλογίαϲ (Κ 134). A.