Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.390
Not analysed yet
390. ἐχρῆν μὲν διὰ τὸ κλιτύαϲ οὐρῆαϲ (οὐρείαϲ̣) περιϲπᾶϲθαι τὸ κλιτῦϲ, ἀνεγνώϲθη δὲ κατ᾿ ὀξεῖαν τάϲιν ἐν ἐγκλίϲει, ὁμοίωϲ τῷ «κνημῖδαϲ ῥαπτὰϲ δέδετο, γραπτὺϲ ἀλεείνων» (Od. ω 229). A. ϲχόλιον. ἐν μέντοι τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπᾷ, καί φηϲιν ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ δεῖ περιϲπᾶϲθαι. ἀμφίβολοϲ οὖν ἐφ᾿ ἑκατέρων ὁ τόνοϲ εἰ γὰρ τοῖϲ ἐνταῦθα εἰρημένοιϲ πειϲθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοιϲ, τοῦτο πάλιν ἀντίκειται. A. χαράδραι: πρὸ τέλουϲ ἡ ὀξεῖα, ὡϲ φαρέτραι. προείρηται δὲ τὰ τῆϲ ἀναλογίαϲ, οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ. A.