Ancient Greek
16.415 to 16.542
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.415-542
Not analysed yet
415. Ἀμφοτερόν: εἰϲ διαϲτολὴν τὸ κύριον ὀξυτόνωϲ ἀνέγνω ὁ Ἀρίϲταρχοϲ ὡϲ δεξιτερόν· καὶ ἐπείϲθηϲαν οἱ γραμματικοί. περὶ δὲ τῆϲ τοιαύτηϲ ἀνωμαλίαϲ τοῦ ἀνδρὸϲ ἐν ἑτέροιϲ ἡμῖν εἴρηται. A. 436. τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον «ἦ ἤδη χείρεϲϲιν» (Κ 310). A. 445. τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ ϲύνδεϲμον, εἴτε ὅμοιόν ἐϲτι τῷ οἶκον δέ ἀντὶ τοῦ εἰϲ οἶκον, πάλιν ἐν τῇ ϲυντάξει βαρυτονηθήϲεται, ὡϲ ἐν τῷ «ἀγρὸν δὲ προΐαλλε» (Od. ο 370), ὥϲτε περιϲϲὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν ϲύνταξιν. A. 468. ἀΐϲθων: βαρυτονητέον ὡϲ ἔϲθων. καὶ εἴρηται ὡϲ ὁμοίωϲ ἐγένετο τῷ βιβάϲθων (0 676). A. 483. Ἀρίϲταρχοϲ κατ᾿ ἰδίαν τὸ οὔρεϲι καὶ τὸ τέκτονεϲ. Νικίαϲ δὲ ϲυνθέτωϲ ἀνέγνω· οὐκ ἀναγκαῖον δέ (cf. Ν 390). A. 497. ἐμεῦ περὶ μάρναο. δύναται ἀναϲτρέφεϲθαι ἡ περί, «ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ φυλάϲϲειν τὸν τόνον, ἀντὶ τῆϲ ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλαϲϲόντων προθέϲεων ὡϲ φυλάϲϲουϲι τοὺϲ αὐτοὺϲ τόνουϲ (cf. Α 258). A. 508. ἀΐοντι: ὡϲ λέγοντι. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. A. 542. εἴρυτο: Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶϲ πάνυ· ὁ δὲ Τυραννίων προπεριϲπᾷ, ἐκ τοῦ εἰρύετο φάϲκων αὐτὸ ϲυνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰϲ μι ὁμοίωϲ τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶϲ δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάϲθαι. οὕτωϲ ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (v. Μ 286) καὶ εὔρυτο (cf. Δ 138). A.