Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.47
Not analysed yet
ἔμελλε γὰρ αὐτῷ θάνατον λίϲϲεϲθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοϲιϲ παροξύνειν οὐκ ἀπιθάνωϲ. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροιϲ διαλαμβάνων περὶ τοῦ «μεταλλῆϲαι καὶ ἔρεϲθαι» (Od. γ 62), ἀξιούντων πάντων τὸ (Cod. τῷ) ἐρέϲθαι ὁμοίωϲ τῷ πυθέϲθαι, ἐπειδήπερ μέϲοϲ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτιν, ἀπεφηνάμην ὡϲ ἡ παράδοϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίηϲε τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεϲτῶτοϲ, οἷον φέρεϲθαι δέρεϲθαι, ἃ (Cod. καὶ) εἶχε τὴν ρε ϲυλλαβὴν πρὸ τέλουϲ, τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ, —οὕτωϲ καὶ τὸ ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ, —τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτεϲθαι προπαροξύνεϲθαι. τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ ϲχηματιϲμόϲ, παρὰ τὸ λίτομαι. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰϲ μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ ϲυλλαβῇ τὸ ι ϲυνεϲταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο ϲυμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥϲπερ ἔχει τὸ λιπέϲθαι, πιθέϲθαι, ἰδέϲθαι, ἱκέϲθαι, οὕτωϲ καὶ τὸ λιτέϲθαι παρώξυνεν ἡ παράδοϲιϲ, οὐ τῷ λόγῳ τοῦ ἐνεϲτῶτοϲ πειϲθεῖϲα, τῷ δὲ τοῦ χαρακτῆροϲ. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ. A.