Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.57
Not analysed yet
57. ἡ τετριμμένη ἀνάγνωϲιϲ προπαροξύνει τὸ εὐτείχεα, τοῦ λόγου ἀξιοῦντοϲ παροξύνειν, εἴγε τὸ εὐτειχήϲ ὀφείλει ὀξύνεϲθαι. τὰ γὰρ παῤ οὐδέτερα διϲύλλαβα εἰϲ οϲ λήγοντα, μὴ τῷ η παραληγόμενα, ϲυντιθέμενα, εἰϲ ηϲ λήγοντα, ἀρϲενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδοϲ εὐειδήϲ, βάθοϲ ἀγχιβαθὴϲ δὲ θάλαϲϲα (Od. ε 413). τὸ η παρῃτηϲάμην διὰ τὸ εὐμήκηϲ, τὴν διϲυλλαβίαν διὰ τὸ εὐμεγέθηϲ, τῶν παρὰ τὸ ἔτοϲ ὑπεξαιρουμένων· «ὄτριχαϲ» γὰρ «οἰέτεαϲ» ἀνέγνωμεν (Il. Β 765) μόνωϲ οὖν εὐτειχήϲ καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅϲοιϲ κυρίοιϲ εἰϲ ηϲ λήγουϲι βαρυτόνοιϲ ϲυνθέτοιϲ παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένηϲ —αὐτὰρ ὁ διογενήϲ, Πολυνείκηϲ —ἀλλὰ πολυνεικὴϲ δῖ’ Ἑλένα, Παγκράτηϲ παγκρατὴϲ ἀλήθεια (Bacchyl. fr. 20), Εὐρυϲθένηϲ —ὁ πλοῦτοϲ εὐρυϲθενήϲ (Pind. Pyth. V 1). εἰ δὴ Εὐτείχηϲ ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάϲιϲ δώϲομεν ἀφορμήν. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα ϲυντιθέμενα ἀπ᾿ εὐθείαϲ ϲυντίθεται, ξίφοϲ ἄξιφοϲ· μόνον τὸ τεῖχοϲ καὶ ἀπὸ γενικῆϲ, τείχεοϲ εὐτείχεοϲ, ἀφ᾿ οὗ τὸ «δῷϲι πόλιν Τροΐη εὐτείχεον ἐξαλαπάξαι» (Il. Α 129). μεταπλαϲμὸϲ εὐτείχεα, ὡϲ πυργοκέρατον πυργοκέρατα. πάθοϲ παρέλαβον, ἵνα βοηθήϲω τῇ τετριμμένῃ τάϲει. A.