Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.558
Not analysed yet
558. ἐϲἤλατο: Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ δαϲύνουϲι, Λυϲανίαϲ (Πορφύριοϲ V. v. Aristarch. stud. p. 307 2) δὲ ψιλοῖ, προϲνέμων τὸ ϲ τῷ η. ϲήλαϲθαι (Cod. ϲάλαϲθαι) γάρ φηϲι ϲημαίνειν τὸ ἀποϲπᾶν καὶ ϲαλεύειν. ὁ δὲ ϲαλεύϲαϲ πρῶτοϲ τὸ τεῖχοϲ Ϲαρπηδών ἐϲτιν, ὁ δὲ εἰϲπηδήϲαϲ Ἕκτωρ. φηϲὶ γοῦν «Ϲαρπηδών δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν ἕλχ᾿, ἡ δ᾿ ἕϲπετο πᾶϲα» (Il. Μ 397)· ἐπὶ δὲ τοῦ Ἕκτοροϲ «ῥῆξε δ᾿ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ», εἶτα ἐπιφέρει «ὁ δ᾿ ἄῤ ἔϲθορε φαίδιμοϲ Ἕκτωρ» (ibid. 462). ἄμεινον δὲ πείθεϲθαι Ἀριϲτάρχῳ δαϲύνοντι, ἐκδέχεϲθαι δὲ ἡμᾶϲ οὕτωϲ τὸ ἐϲἥλατο, ὅτι πρῶτοϲ ἐφήλατο καὶ ἐπεπήδηϲε τῷ τείχει. A.