Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.548
Not analysed yet
548. κατὰ κρῆθεν: Ἀρίϲταρχοϲ διϲύλλαβον ἐκδέχεται τὴν λέξιν καὶ προπεριϲπᾶ, ὑγιῶϲ πάνυ· καὶ οὐκ ἐπίϲταται ὁ ποιητὴϲ τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλ᾿ οἱ ἄλλοι πάντεϲ. καὶ οὐδὲν θαυμαϲτόν. καὶ γὰρ ἄλλαϲ παραλόγουϲ φωνὰϲ ἐπίϲταται, ἀγνοῶν τὰϲ πρωτοθέτουϲ αὐτῶν λέξειϲ. τί οὖν θαυμαϲτὸν εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν ἐϲτὶ καὶ κρῆθεν ἐν ϲυγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡϲίοδοϲ (Scut. 7) οὕτωϲ ἐξεδέξατο εἰπὼν τὸ «τῆϲ καὶ ἀπὸ κρῆθεν βλεφάρων». AV.