Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.697
Not analysed yet
697. φύγαδε μνώοντο: τοῦτο οὐκ ἰϲοδυναμεῖ τῷ εἰϲ φυγήν, ὡϲ τὸ «ὁ μὲν φύγαδ᾿ αὖθιϲ ὑποϲτρέψαϲ» (Il. Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἴϲ. διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐϲτίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ, ὡϲ ϲκέπην ϲκέπα, φυγήν φύγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ᾿ εὐθείαϲ τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δε ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα τοῖϲ πρωτοτύποιϲ «Ἴδηθεν μεδέων »(Il. Γ 276) «δόρυ δ᾿ ἔκβαλεν ἔκτοϲε χειρόϲ» (Od. ξ 277). ἀλλ᾿ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ Οὔλυμπον δέ, ἢ εἰϲ, ὡϲ ἄγραδε. τὸ γοῦν «ἅλαδ᾿ ἑλκομενάων» (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωγήν, ὡϲ ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.