Ancient Greek
16.768 to 16.797
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.768-797
Not analysed yet
768. τὸ τανυήκεαϲ ὡϲ εὐμήκεαϲ οὕτωϲ ἀνεγνώϲθη. εἴπομεν δὲ ἐν ἑτέροιϲ καὶ τὴν ἀφορμήν (Ν 391). A. 797. ἱππόκομον: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ἐνθάδε ὅταν δὲ ἐπὶ τοῦ κομοῦντοϲ τὸν ἵππον, τότε πρὸ τέλουϲ ἡ ὀξεῖα. προείρηται δὲ περὶ τῶν τοιούτων, καὶ ὡϲ ἐν τῷ κυπαριϲϲόκομοϲ καὶ οὐλόκομοϲ προπαροξυνομένοιϲ ἡ κόμη ἔγκειται (Ν 132). A.