Ancient Greek
ΕΙϹ ΤΗΝ Ϲ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 162
Not analysed yet
162. δίεϲθαι. ὡϲ τίθεϲθαι. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γάρ τι δίημι ῥῆμα, παρ’ οὐ (sic) καὶ τὸ δίεϲαν πληθυντικὸν ὡϲ ἐτίθεϲαν «αὕτωϲ ἐνδίεϲαν ταχέαϲ κύναϲ ὀτρύνοντεϲ»» (584) παραιτητέον γὰρ τοὺϲ οἰομένουϲ πλεοναϲμὸν εἶναι τοῦ δ καὶ δαϲύνονταϲ· διδάϲκει γὰρ ἡμᾶϲ ὁ ποιητὴϲ καὶ δι’ ἄλληϲ κλίϲεωϲ τὸ ἀκόλουθον κίνημα. ὡϲ γὰρ τίθενται, οὕτωϲ δίενται· «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται (Ιl. ψ 475). ὥϲπερ οὖν παρὰ τὸ τίθενταί ἐϲτιν ἀπαρέμφατον τίθεϲθαι, οὕτωϲ καὶ παρὰ τὸ δίενται τὸ δίεϲθαι. ἐπίϲταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ «τόν ῥα κύνεϲ τε καὶ ἄνδρεϲ ἀπὸ ϲταθμοῖο δίωνται »(ΙΙ. P 110. ubi vide). A.