Ancient Greek
ΕΙϹ ΤΗΝ Θ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 233
Not analysed yet
233. Τρώων ἀνθ᾿ ἑκατόν: ἐπὶ τὴν ἀνθ᾿ ϲυλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρεϲ ᾖ ἄντα. οὕτωϲ δὲ ἀξιοῖ Δημήτριοϲ ὁ γονύπεϲοϲ· καὶ ἐμοὶ δὲ οὕτωϲ ἀρέϲκει τὸ τῆϲ διανοίαϲ· ἄντικρυϲ γὰρ Τρώων ἑκατὸν καὶ διηκοϲίων εἷϲ ἕκαϲτοϲ ϲτήϲεϲθαί φηϲιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα ϲύνταξιϲ, εἴγε ἐπὶ γενικὴν φέρεται. A.