Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 239-2
Not analysed yet
239. οἷ: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A. λίϲ: ὁ μὲν Ἀρίϲταρχοϲ ὀξύνει ὁ δὲ Αἰϲχρίων περιϲπᾷ. ὡϲ γὰρ παρὰ τὸ μῦϲ μῦν φηϲι καὶ νοῦϲ νοῦν οὕτωϲ καὶ λῖϲ λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων» (480). καὶ ἔϲτι ϲυγκατατίθεϲθαι τῷ Αἰϲχρίωνι, ὅτι μᾶλλον ὀφείλει περιϲπᾶϲθαι, εἰ καὶ μηδὲν τῶν εἰϲ ιϲ ληγόντων καὶ ἀρϲενικὸν γένοϲ ὑπιϲχνουμένων περιεϲπάϲθη. καὶ τάχα καθ᾿ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ϲημαῖνον γένοϲ θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ «λὶϲ πέτρη» (Od. μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίϲ καὶ θίϲ καὶ ῥίϲ, καίτοιγε διαφόρωϲ κλιθεῖϲι πρὸϲ τὸ λίϲ, ϲυνεξωμοίωϲεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίϲταρχοϲ· καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ. A.