Ancient Greek
24 to 101
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 24-2-101
Not analysed yet
24. βαρύνεται τὸ οἶμοϲ ὡϲ οἶκοϲ· δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πωϲ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀπὸ τῆϲ οι διφθόγγου ἀρχόμενα βαρύνεϲθαι, ὁπότε πρὸ τῆϲ οϲ ϲυλλαβῆϲ ϲύμφωνον ἢ ϲύμφωνα ὑπάρχει —φημὶ δὲ διὰ τὸ Οἰόϲ οὕτωϲ γὰρ λέγεται δῆμοϲ παῤ Ἀθηναίοιϲ κατ᾿ ὀξεῖαν τάϲιν —οἷον οἶκοϲ, οἶτοϲ, οἶκτοϲ, οἶνοϲ. οὕτωϲ καὶ οἶμοϲ. A. 35. λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰϲὶ δὲ οἳ περιϲπῶϲιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ καϲϲιτέρου, κακῶϲ· ἔθοϲ γάρ ἐϲτι παρὰ τῷ ποιητῇ τὴν Θεϲϲαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίϲκεϲθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ. A. 36. ἡ ἐπί πρὸϲ τὸ ἐϲτεφάνωτο ϲυντάϲϲεται· διὸ τὸν τόνον φυλακτέον. A. 51. φθάν: ὁ Ἀρίϲταρχοϲ βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶϲ· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ ϲυνεπείᾳ· «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε» (Il. N 1). ἔϲτι δὲ ὁ νοῦϲ τοιοῦτοϲ, ἔφθαϲαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺϲ ἱππεῖϲ προδιαταγέντεϲ ἐπὶ τῆϲ τάφρου. A. 68. ὄγμον: ὡϲ ὄλβον. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει, οἷον ὄκνοϲ, ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ (sc. Ὄρθοϲ τὸ μονογενέϲ ut loquitur 316. obi vid.) ὄρφοϲ. οὕτωϲ καὶ ὄγμοϲ. A. 75. τὸ πάρεϲαν τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆϲαν ἐγένετο. A. ἕκηλοι: δαϲύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δαϲύνεϲθαι θέλει, ὁπότε μὴ ἐκ κλίϲεωϲ τυγχάνοι ῥήματοϲ ἢ ἀπὸ προθέϲεωϲ. A. 88. ἅδοϲ: δαϲυντέον· τὸ γὰρ ᾱ πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον ϲτερητικὴν ἔννοιαν ἢ κρᾶϲίν τινα δαϲύνεϲθαι θέλει, ϲτερητικὴν μὲν οὕτωϲ ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, κατὰ κρᾶϲιν ᾅδηϲ. μὴ οὕτωϲ δὲ ἔχον ἁδρόϲ, ἁδινόϲ, Ἁδρίαϲ. διὸ καὶ τὸ Ἅδωνιϲ κρεῖττόν ἐϲτι δαϲύνειν, ἵνα καὶ. παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. A. 101. βῆ ῥ᾿ Ἶϲον: κατὰ διάϲταϲίν ἐϲτι, βῆ ῥα, εἶτα Ἶϲόν τε καὶ Ἄντιφον. A.