Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 256
Not analysed yet
256. ἔα: ϲυϲτέλλεται τὸ ᾱ καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲϲ τοῦ ἐνεϲτῶτόϲ ἐϲτιν ἐῶ ἐᾷϲ ἐᾷ, ϲὺν τῷ ῑ γραφόμενον ὡϲ τιμῶ τιμᾷϲ τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴαϲ εἴα οὐ προϲγραφομένου τοῦ ῑ «οὔ μ᾿ εἴαϲ μακάρεϲϲι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ᾿ οὔτι πατὴρ εἴαϲκε μάχεϲθαι» (Il. Υ 408) καὶ τόνδε δ᾿ ἔαϲκεν» (ll. 17 )καὶ προϲτακτικὸν «ἀλλ᾿ ἔα ὥϲ οἱ πρῶτα» (ll. A 26). εἰ τοίνυν ἐϲτὶ τοιοῦτο τρεῖν μ᾿ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ ἐϲτιν ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ αἰεί ἐϲτι περιϲπώμενοϲ καὶ ϲὺν τῷ ῑ γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ τοῦ ᾱ, καὶ ἐκβολὴ τοῦ ῑ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα, ὅτι ἔθοϲ αὐτῷ ταῦτα τὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον πολλάκιϲ διαλύειν εἰϲ δύο αα, ὧν τὸ μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ῑ γραφόμενον, ὁρᾷϲ «οὐχ ὁράᾳϲ οἱοϲ κἀγὼ» (Ιl. Φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰϲχανάᾳ δακέειν (ll. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323) «οὐκ ἐάᾳ Κρονίδηϲ (ll. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆϲθαι «τρεῖν μ᾿ οὐκ ἔα». ἔνθεν καὶ ϲυνέϲταλται τὸ ᾱ καὶ βεβάρυνται. οὐκ ἄηθεϲ δὲ καὶ ἐνεϲτῶταϲ ἀποκόπτεϲθαι καὶ ἄλλουϲ χρόνουϲ, ὡϲ ἔχει τὸ «οὖτα καταὶ λαπάρην (ll. Ζ 64). εἰ δέ τιϲ ἐπιζητήϲειεν ὁμοιότητα ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήϲει· περὶ γὰρ πάθουϲ διαλαμβάνομεν. ABLV.