Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 257-2
Not analysed yet
257. ὄπατρον: ψιλωτέον, οὐχ ὡϲ οἴονται διὰ τὴν ϲυγκοπήν· πολλὰ γάρ φαϲι διὰ τὴν ϲυγκοπὴν ψιλοῦϲθαι. ἀπεδείξαμεν δὲ ἡμεῖϲ ἐν ἑτέροιϲ, ὡϲ καὶ δαϲύνεται· ἑϲτήκαμεν γοῦν καὶ ἕϲταμεν, Ἡράκλεεϲ Ἥρακλεϲ. τί οὖν ἐκώλυεν εἰ καὶ ἀπὸ τοῦ ὁμόπατροϲ ἦν, τὸ κατὰ ϲυγκοπὴν πάλιν δαϲύνεϲθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦϲθαι, ὀπιπεύω, ὀπή, ὀπώρα. παρὰ τὸ ἕπω δαϲυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτωϲ οὖν ἔχει καὶ τὸ ὄπατροϲ. προϲέθηκα δὲ «εἰ μὴ ἀναφορικὴ ϲημαϲία »διὰ τὸ ὁποῖοϲ, ὅπωϲ καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A.