Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 270
Not analysed yet
270. προιεῖϲι: ὡϲ τιθεῖϲι· καὶ γὰρ ἐν ἑτέροιϲ «ὄπα λειριόεϲϲαν ἱεῖϲιν» (Il. Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰϲ ῑ λήγοντα τοῦ ἐνεϲτῶτοϲ ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦϲιν. ἱέντεϲ ἱέντων ἱεῖϲι· οὕτωϲ οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φαϲί· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ἂν βαρύνεται. A. μογοϲτόκοι: Ἀρίϲταρχοϲ παροξύνει· δραϲτικὴ γάρ φηϲιν ἔννοιά ἐϲτιν. οὐ γὰρ αἱ Εἰλείθυιαι πάϲχουϲιν, ἵνα προπαροξύνωμεν, ἀλλ᾿ ἐνεργοῦϲι κατὰ τῶν τικτουϲῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν ϲυνθέτων ἐνέργειαν ὑπιϲχνούμενα παροξύνεϲθαι, εἰ μὴ κανών τιϲ κωλύοι (Γ 354). εἰϲὶ γάρ τινεϲ κανόνεϲ καθ᾿ οὓϲ κἂν ἐνέργεια ϲημαίνηται πάντωϲ προπαροξύνεϲθαι δεῖ. μάχεται μέντοι ἄντικρυϲ τὸ «ὄρνυϲθ᾿ ἱππόδαμοι Τρῶεϲ» (Il. Δ 509) ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη. A.