Ancient Greek
ΕΙϹ ΤΗΝ Μ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 276
Not analysed yet
276. τὸ δίεϲθαι ἡ παράδοϲιϲ προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν, ὅτι εἰ οἶδεν ὁ ποιητὴϲ τὸ «δίενται» (Il. ψ 475) ὡϲ τίθενται καὶ «ἐνδίεϲαν» (Il. Ϲ 584) ὡϲ ἐτίθεϲαν, δῆλον ὅτι εἴϲεται καὶ τὸ δίεϲθαι προπαροξυνόμενον· ὡϲ γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεϲαν τὸ ἀπαρέμθατον τίθεϲθαι, οὕτωϲ καὶ ἀπὸ τοῦ «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται» καὶ «αὕτωϲ ἐνδίεϲαν» γένοιτ᾿ ἂν τὸ ἀπαρέμφατον δίεϲθαι, ὥϲτε καὶ ἀπὸ τῶν εἰϲ μι ἐϲχημάτιϲται· καὶ δέον ἐϲτὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περιϲπᾶϲθαι, ἵνα ἀποτελέϲῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεϲαν καὶ δίεϲθαι. A.