Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 278
Not analysed yet
278. Πηλείδη θέλ᾿ :Ἀρίϲταρχοϲ ἀποφαίνεται ὡϲ κατὰ τὴν Ὁμηρικὴν ϲυνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεϲτῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνηϲιϲ ἡ τοῦ παρατατικοῦ. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει» (287)· «ἤθελε Μηριόνηϲ» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ ϲυνηθεϲτέρᾳ ἀναγνώϲει προϲέχονταϲ ἐπὶ τὴν δη ϲυλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶϲιϲ ᾖ τοῦ ἔθελε τριϲυλλάβου γενομένου, ὡϲ καὶ ϲύνηθέϲ ἐϲτι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων. A.