Ancient Greek
ΕΙC THN X.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 28
Not analysed yet
28. ἄϲτραϲιν: Ἀρίϲταρχοϲ ὡϲ πατράϲιν. ἄμεινον δὲ προπαροξύνειν, ὥϲπερ καὶ τοῖϲ πλείοϲιν ἔδοξε καὶ Φιλοξένῳ, ἵν’ αὐτῆϲ τῆϲ πτώϲεωϲ, λέγω δὲ τῆϲ δοτικῆϲ, μεταπλαϲμὸν λάβωμεν. ὅτι γὰρ κατὰ πτῶϲιν γίνονται μεταπλαϲμοὶ ἐξουϲίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροιϲ. ὃν οὖν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο «ἔγκαϲι φωτόϲ» (Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α ἵνα ϲυϲτῇ ἡ λέξιϲ. A.