Ancient Greek
ΕΙϹ ΤΗΝ Μ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 295
Not analysed yet
295. εξήλατον: Ἀρίϲταρχόϲ φηϲιν ὡϲ δεῖ δαϲύνονταϲ προφέρεϲθαι. ϲημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοϲούτων ἐλαϲμάτων ϲυγκειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτοϲ, φηϲίν, ἔοικε ψιλῶϲ προφέρεϲθαι, ἐκδεχόμενοϲ τὴν ἐξηλαϲμένην, οὐκ εὖ. οὐκ ἀπιθάνωϲ δὲ ὁ Ἀρίϲταρχοϲ, εἴγε καὶ ἑπταβόειον ϲάκοϲ που λέγει καὶ ἐπὶ τῆϲ Ἀχιλλέωϲ ἀϲπίδοϲ «πέντε δ᾿ ἄῤ αὐτοῦ ἔϲαν ϲάκεοϲ πτύχεϲ» (Il. Ϲ 481) καὶ «ἐπεὶ πέντε πτύχαϲ ἤλαϲε κυλλοποδίων» (Il. γ 270). A.