Ancient Greek
301 to 467
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 301-3-467
Not analysed yet
301. δαῒ κταμένων. ἄμεινον κατὰ διάλυϲιν ὡϲ ἄρηϊ κταμένων (—ῳ Χ 72), οὐδὲν γὰρ πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ. AB. 318. ἰλύοϲ: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν ἐϲτιν ἰλύοϲ ὡϲ ἰϲχύοϲ. A. 323. τυμβοχοῆϲ᾿ :τὸ πλῆρεϲ τυμβοχοῆϲαί ἐϲτι . οὕτωϲ καὶ Ἀρίϲταρχοϲ (καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ D) . Κράτηϲ μέντοι γενικὴν πτῶϲιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίωϲ τῷ οἰνοχόηϲ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι. A. 327. τὸ αἱρῶ περιϲπώμενον δαϲύνεται ϲημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δαϲυντέον. A. 331. τὸ κυλλοπόδιον Ἀρίϲταρχοϲ προπαροξύνει, ᾧ καὶ ἐπείϲθημεν ὥϲπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Ιl. 182) γενόμενοι. A. 336. προπεριϲπαϲτέον τὸ κῆαι· ἔϲτι γὰρ ἀπαρέμφατον. A. 341. ἰάχουϲα ὡϲ φέρουϲα. V. 428. εἴρηται (v. Γ 97, Α 421, Κ 105) ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περιϲπᾶται, κἂν παρέλκῃ, χωρὶϲ εἰ μὴ μέτρον κωλύοι, ὡϲ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τρίποδοϲ» (Π. ψ 485) καὶ «ἐκτελέει ὅϲα πού νυν ἐέλπεται» (Ιl. Κ 105). A. 446. ἡ περί τῷ ῥήματι ϲυντάϲϲεται· διὸ φυλακτέον τὸν τόνον. A. 467. δηριαάϲθων: τὸ δεύτερον α ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A.