Ancient Greek
ΕΙϹ ΤΗΝ Μ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 33
Not analysed yet
33. ἵεν: οὕτωϲ φέρουϲι τὴν γραφήν, ιεν ὡϲ τίθεν· καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεϲαν ϲυγκοπὴ ὑπάρχῃ, ὡϲ ἀπὸ τοῦ ἐτίθεϲαν τὸ ἔτιθεν· καὶ δέον δαϲύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον, ὁμοίωϲ τῷ «ἄϲϲον ἴεν πολυκάρπου ἀλωῆϲ» (Od. ω 221) ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ ἵει ἐϲτὶν ὁμοίωϲ τῷ «ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόοϲ» (25). καὶ μήποτε εἴη (sic) πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶϲ τεθειμένα· «τεῖχοϲ ἀμαλδύναϲ, ποταμοὺϲ δ᾿ ἔϲτρεψε. νέεϲθαι». A.