Ancient Greek
360 to 471
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 360-471
Not analysed yet
360. ζαχρηεῖϲ: περιϲπαϲτέον ὡϲ εὐγενεῖϲ. A. 379. Ϲαρπήδοντοϲ: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα, ὡϲ Χαλκώδοντοϲ. οὐ γὰρ δύναται ἔτι φυλάϲϲεϲθαι ὁ τόνοϲ τῆϲ Ϲαρπηδόνοϲ γενικῆϲ διὰ τὸ μηδέποτε τὰ εἰϲ ων ὀνόματα ὀξύτονα ἐπιδέχεϲθαι τὴν διὰ τοῦ τ κλίϲιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή. A. 391. ἀθρήϲειε: ψιλωτέον. πᾶν γὰρ φωνῆεν πρὸ δαϲέοϲ καὶ τοῦ ρ ψιλοῦται, ἴθριϲ, Ὄθρυϲ, ἄχριϲ, ἀφρόϲ, ὄφρα, ὑπεϲταλμένου τοῦ ἅθρουϲ πρὸϲ διάφορον ϲημαινόμενον. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται «ἡ δ᾿ οὔτ᾿ ἀθρῆϲαι δύνατο» (Od. τ 478). A. 430. πάντῃ δή: ὁ μὲν Ἀρίϲταρχοϲ τὸν δή ϲύνδεϲμον παρέλαβεν Τυραννίων δὲ ἐκδέχεται τὸ ᾖ ἐπίρρημα τοπικόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προϲτίθηϲι τὸ ῑ καὶ δαϲύνει ὁμοίωϲ τῷ «ᾗ ῥ᾿ ὅ γ᾿ ὁ λυϲϲώδηϲ» (Ιl. N 53) οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A. 462. λᾶοϲ. προπεριϲπαϲτέον ὡϲ κλῆροϲ· ἀπὸ γὰρ εὐθείαϲ πέπτωκε διϲυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆϲιν. καὶ ὤφειλε τριϲυλλαβεῖν ἡ γενική, ϲυναλοιφὴν δὲ λαβοῦϲα βαρύνεται. τὴν δὲ πρόθεϲιν Τυραννίων ἀναϲτρέφει, ἵνα τὸ ἑξῆϲ ὑπάρχῃ ὕπο λίθου ῥιπῆϲ. οὐκ ἀναγκαῖον δέ τί γὰρ κωλύει φυλάϲϲεϲθαι τὸν τόνον τῆϲ προθέϲεωϲ καὶ εἶναι ὑπὸ ῥιπῆϲ λίθου. A. 471. τὸ μὲν ὅμαδοϲ δαϲυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαϲτοϲ ψιλωτέον· ἔϲτι γὰρ ϲτέρηϲιϲ ἀπὸ τοῦ λιαϲτόϲ, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· «ἡγεῖτ᾿, ἀμφὶ δ᾿ ἄρα ϲφι λιάζετο κῦμα» (Il. Ω 96). A.