Ancient Greek
ΕΙϹ ΤΗΝ Ξ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 372
Not analysed yet
372. τὸ παναίθῃϲιν οἱ πλείουϲ προπεριϲπῶϲιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰϲ η λήγοντα θηλυκὰ διϲύλλαβα ὀξυνόμενα ϲυντιθέμενα καὶ μὴ γινόμενα κύρια τότε μὲν φυλάϲϲειν τὸν τόνον ὅτε μετὰ προθέϲεωϲ ϲυντίθεται, τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετὰ προθέϲεωϲ. ἐπιτομή, ἀνοχή, ἱϲτοδόκη δὲ καὶ καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέϲεώϲ ἐϲτι βαρυτονηθήϲεται. τάχα δὲ καὶ παρώνυμόν ἐϲτι, καὶ πάλιν ὀφείλει βαρύνεϲθαι. ὡϲ γὰρ παρὰ τὸ καλόϲ ἐγένετο πάγκαλοϲ καὶ παγκάλη, οὕτωϲ καὶ παρὰ τὸ αἰθόϲ πάναιθοϲ, ᾧ ἀκόλουθον τὸ παναίθη. A.