Ancient Greek
ΕΙC ΤΗΝ Ψ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 387-2
Not analysed yet
387. οἱ δέ οἱ ἐβλάφθηϲαν: ὁ Ἀϲκαλωνίτηϲ ἐκδέχεται τὸ πλῆρεϲ εἶναι ἑοί καὶ μεταλαμβάνει εἰϲ τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶϲ. ὡϲ γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθηϲαν ἵπποι, οἱ ϲοὶ ἐβλάφθηϲαν, οὕτωϲ οἱ οἳ ἐβλάφθηϲαν τουτέϲτιν οἱ αὐτοῦ. τινὲϲ μέντοι εὐλαβηθέντεϲ, ὧν ἐϲτι καὶ Ἀρίϲταρχοϲ, τῷ τὴν ὅϲ ἀντωνυμίαν πολλάκιϲ εἰϲ ϲύνθετον μεταλαμβάνεϲθαι ἐγκλιτικῶϲ ἀνέγνωϲαν, οὐκ ἔτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ ἑνικὴν δοτικὴν μονοϲύλλαβον ὁμοίωϲ τῷ «οἱ δέ οἱ ἵπποι ὑψόϲ’ ἀειρέϲθην» (500), καὶ δῆλον ὅτι δοτικὴν ἀντὶ γενικῆϲ. καὶ οὕτωϲ τὰ τῆϲ ἀναγνώϲεωϲ. A.