Ancient Greek
ΕΙϹ ΤΗΝ Ϲ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 410
Not analysed yet
410. αἴητον: ὁ Ἀϲκαλωνίτηϲ προπαροξύνει ἐκδεχόμενοϲ πλεοναϲμὸν τοῦ ῑ, παρὰ τὸ «θάρϲοϲ ἄητον ἔχουϲα» (Φ 395), οἷον ταχὺ καὶ κινῃτικόν, Πρωτέαϲ δὲ ἐν ἴϲῳ τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶϲ δυνατὸν τρίτην ἀπὸ τέλουϲ ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶϲ κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεϲθαι τῷ Φιλοξένῳ· φηϲὶ. γὰρ αὐτὸ ϲύνθετον εἶναι παρὰ τὸ ἐτόϲ, ὡϲ θετόϲ, ὃ ϲημαίνει τὴν ὕπαρξιν, ἐξ οὖ τὸ ἀληθέϲ, ὃ καὶ γίνεται ἐτεόϲ. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ οὐκ ἐτόϲ ἀντὶ μεϲότητοϲ τῆϲ ἐτῶϲ. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέϲτι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνοϲ· ὁρᾶται γὰρ ϲύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον, ἄκλητον, ἄκμητον· οὕτωϲ ἄητον. A.