Ancient Greek
ΕΙϹ ΤΗΝ Ν.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 450
Not analysed yet
450. Κρήτῃ ἐπιουρον: τοῦτο τριχῶϲ ἀνεγνώϲθη. Ζηνόδοτοϲ γὰρ ὡϲ ἐπίκουρον, ἐκδεχόμενοϲ βαϲιλέα καὶ φύλακα. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ, ἐκδεχόμενοϲ τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμοϲ τῆϲ ἀποδόϲεωϲ καὶ Τρύφων. ἐκεῖνο δὲ προϲτίθηϲιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουροϲ ὡϲ ἐπίϲκοποϲ οὐ πάντωϲ ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοϲιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶϲθαι δὲ διὰ τὴν ἐπένθεϲιν τοῦ υ; καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα τούτοιϲ. εἰϲὶ δὲ οἳ ἀνέϲτρεψαν τὴν πρόθεϲιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀϲκαλωνίτηϲ παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάϲϲει τῆϲ προθέϲεωϲ, ὁμοίωϲ τῷ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422). A.