Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 452
Not analysed yet
452. χείμαρροι: Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐϲτι χειμάρρουϲ, Νικίαϲ δὲ ὡϲ εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροοϲ ᾖ γεγονόϲ, εἴγε μᾶλλον ἐντελέϲτερον οἶδε τὸ ἑνικὸν ἐν τῇ ϲυνθέϲει ἤπερ τὸ ϲυνηλιμμένον· «ὅϲϲουϲ Ἑλλήϲποντοϲ ἀγάρροοϲ» (Ιl. B 845), «ϲτήῃ ἐπ᾿ ὠκυρόῳ ποταμῷ» (Ιl. ε 598), «ἐϲ ποταμὸν εἰλεῦντο βαθύρροον» (Ιl. Φ 8), «ἀψορρόου Ὠκεανοῖο» (Ιl. 399). ϲπανίωϲ δὲ τὸ ἕτερον· χειμάρρουϲ κατ᾿ ὄρεϲφιν ὄπϲεν» (Il. Λ 493), «ποταμῷ πλήθοντι ἐοικὼϲ χειμάρρῳ» (Il. Ε 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶϲ ἀποφαίνεται ῥόοϲ «ὤθει δ᾿ ἐν ϲάκεϊ πίπτων ῥόοϲ» (ΙΙ. Φ 241). A.