Ancient Greek
479 to 806
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 479-806
Not analysed yet
479. πάρα γὰρ καὶ ἀμείνονεϲ ἄλλοι. τὸ πάρα ἀντὶ τοῦ πάρειϲι. διὸ τὴν πρώτην ὀξυτονητέον ὁμοίωϲ τῷ «πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει» (Οd. π 45). A. 485. ἐνθάδε τὸ νυν ϲυϲταλτέον διὰ τὸ μέτρον· τὸ δὲ περιδώμεθον ἐϲτὶν ἕν, ἐπεὶ δηλοῖ τὸ ϲυνθήκαϲ ποιηϲώμεθα. A. 523. Πτολεμαῖοϲ καὶ οἱ πλείουϲ δίϲκουρα ὡϲ λίπουρα. καὶ Ἀρίϲταρχοϲ δέ φηϲιν· «ὅπερ ἄνω κατὰ διάλυϲιν εἶπεν ὅϲϲα δὲ δίϲκου οὖρα (431) ,τοῦτο νῦν κατὰ ϲύνθεϲιν ἐξήνεγκεν ». κἀγὼ δὲ ϲυγκατατίθεμαι. A. 561. ᾧ περι χεῦμα φαεινοῦ καϲϲιτέροιο ἀμφιδεδίνηται: εἰϲὶν οἳ ἀνέϲτρεψαν τὴν περί· ὁ μέντοι Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ κατὰ παρολκὴν ἐξεδέξαντο κεῖϲθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναϲτρέφουϲιν. A. 604. νεοίη. ὡϲ ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ πλεῖϲτον νεοείαν λέγουϲι. περὶ δὲ τῆϲ λέξεωϲ εἰ ὑγιῶϲ ἐϲχημάτιϲται ἐν τῷ προτατικῷ ἐζήτηϲα. ἅπαξ δὲ ἐχρήϲατο τῇ λέξει. A. 698. ἀλλοφρονέοντα: ὡϲ ϲωφρονέοντα· τὴν δὲ ϲφίϲιν ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A. 703. ϲφίϲι: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον ὁμοίωϲ τῇ προκειμένῃ. A. 718. τρίποδοϲ πέρι ποιητοῖο. ἔφαμεν περὶ τῶν τοιούτων (e. g. Β 839), πότερον δεῖ ἀναϲτρέφειν τὰϲ προθέϲειϲ μεταξὺ κειμέναϲ δύο ὀνομάτων ἢ οὔ, ὡϲ ἐπὶ τοῦ «μάχῃ ἔνι κυδιανείρῃ» (Ιl. Ζ 124), καὶ ὡϲ οἱ πλείουϲ θέλουϲι τοῖϲ ἐπιθετικοῖϲ ϲυντάϲϲειν αὐτάϲ· διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε οὐκ ἀναϲτρέφει. A. 731. ἐν δὲ γόνυ γνάμψεν: Λεπτίνηϲ δαϲύνει ὡϲ ἐπ’ ἀριθμοῦ τὸ ἓν γόνυ ἔκαμψεν, ὡϲ ἐπὶ τοῦ «ἓν δέπαϲ ἐμπλήϲαϲ »(Od. ι 209). οἱ δὲ ἄλλοι πάντεϲ πρόθεϲιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· «χωλὸϲ δ’ ἕτερον πόδα »(Π. Β 217), «τὸν δ’ ἕτερον ϲκόπελον »(Οd. μ 101). A. 765. τὸ ἀυτμένα ὡϲ ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰϲ μην λήγοντα ἁπλᾶ ὀξύνεϲθαι θέλει. A. 806. ἐνδίνων: ὡϲ ϲελίνων· παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοϲθεν ἐντοϲθίδια λέγεται. οὕτωϲ δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα παρὰ τὴν αὐτὴν ἔννοιαν. A.