Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 519
Not analysed yet
519. ὅταν: τὸ τέλειον ὅτε ἄν ἐϲτί, καὶ κατὰ ϲυναλοιφὴν ὅτ᾿ ἄν· ἐν δὲ τῇ ϲυντάξει κεκοίμιϲται ἡ ὀξεῖα τοῦ ἄν, ὡϲ τὸ «οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων» (Il. Θ 455) «οὐκ ἂν δὴ μείνειαϲ» (Il. Γ 52). ἀεὶ οὗν οὕτωϲ ὀφείλομεν ἀναγινώϲκειν ἐπὶ τὴν ἄρχουϲαν ὀξεῖαν ποιοῦντεϲ· «ὡϲ δ᾿ ὅταν ὠδίνουϲαν (Il. Λ 269). καὶ τοτὲ μὲν ἐν ϲημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸ ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτωϲ ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆροϲ, ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰϲ αν ἐπιρρήματα οὐδέποτε ϲυϲτέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύϲει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ ϲύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὴν ϲυντίθεται. A.