Ancient Greek
ΕΙϹ ΤΗΝ Θ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 527
Not analysed yet
527. κηρεϲϲιφορήτουϲ: ϲυνθέτωϲ ἀνέγνω ὁ Ἀρίϲταρχοϲ καὶ οἱ πλείουϲ· ἴϲωϲ δὲ ἐπεὶ ἀναλύει αὐτὸ «οὓϲ κῆρεϲ φορέουϲιν»· ἔθοϲ γὰρ αὐτῷ πολλάκιϲ τὰ ϲύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ᾿ ἀρχὴν ϲυντέθειται, οἷον πᾶϲι καὶ πάντεϲϲι —παϲιμέλουϲα (Od. μ 70), οὐχὶ παρὰ τὴν πάντεϲϲι ἡ ϲύνθεϲιϲ· Ναυϲικάα, Ναυϲίθοοϲ, ἐγχεϲίμωροι, τειχεϲιπλήτηϲ. κατ᾿ ἀρχὴν δὲ προϲέθηκα διὰ τὸ παῤ Ἐπιχάρμῳ κατὰ τέλοϲ ϲυντεθειμένον «γυναικάνδρεϲϲι ποθεινοί». εἴπερ οὖν τοῦτο ἀληθέϲ, δῆλόν ὅτι παράλογον τὸ κηρεϲϲιφορήτουϲ κατὰ ϲύνθεϲιν ἀναγνωϲθέν. ἀλλ᾿ ὅμωϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχειοϲ, δι᾿ ὃν εἴπομεν λόγον. A.