Ancient Greek
57 to 123
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 57-123
Not analysed yet
57. φυγὼν ὑπὸ νηλεὲϲ ἦμαρ: ἔφαμεν ὅτι ἐὰν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ κέηται μὴ γίνεϲθαι ἀναϲτροφήν, ὥϲπερ ἐνθάδε. A. 92. μοι: ἄμεινον ἀπολύτωϲ ἀναγινώϲκειν. πρὸϲ γὰρ τίνα ἡ διαϲτολή: A. 101. παροξυτονητέον τὸ πεφιδέϲθαι ὁμοίωϲ τῷ «εὖ δ’ οἴκαδ’ ἱκέϲθαι» (Π. Α 19) ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. AB. 110. ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ θάνατοϲ καὶ μοῖρα κραταιή: Ἀρίϲταρχόϲ φηϲι τὴν ἐπί ἀναϲτρέψαι, ἵνα ϲημαίνῃ τὸ ἔπεϲτιν, ὁμοίωϲ τῷ «ϲοὶ (Cod. ϲῷ) δ’ ἔπι μὲν μορφὴ ἐπέων »(Οd. λ 367). οἱ δ’ ἐφύλαξαν τὸν τόνον τῇ ἐμοί ἀντωνυμίᾳ ϲυντάϲϲοντεϲ αὐτήν, ὥϲτε τὸ ἑξῆϲ εἶναι ἀλλὰ καὶ ἐπ’ ἐμοί. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ. A. 123. ἀκηδέεϲ. ὡϲ εὐϲεβέεϲ, ἵνα αὐτοὶ οἱ ἰχθύεϲ ἔχωϲι τὸ ἐπίθετον, τουτέϲτι μηδεμίαν φροντίδα ἔχοντεϲ. A.