Ancient Greek
ΕΙC ΤHN Φ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 575
Not analysed yet
575. Ἀρίϲταρχόϲ τινάϲ φηϲι γράφειν κυνυλαγμόν. οὕτω καὶ Ζηνόδοτοϲ. καὶ Ϲτηϲίχοροϲ δὲ ἔοικεν οὕτωϲ ἀνεγνωκέναι· φηϲὶ γοῦν «ἀπειρεϲίοιο κυνυλαγμοῖο». οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ. ὁ γὰρ ὑλαγμὸϲ καὶ χωρὶϲ τοῦ προϲκεῖϲθαι τὸ ὄνομα ἰδίωϲ ἐπὶ κυνῶν ἀκούεται, ὡϲ ὁ χρεμετιϲμὸϲ ἐπὶ τῶν ἵππων. ἄλλωϲ τε τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέϲεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ, παιγμόϲ ἐμπαιγμόϲ. κηρυγμόϲ ἐκκηρυγμόϲ, καὶ τὸ ὑλαγμὸϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. BV.