Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 677
Not analysed yet
677. Ἀρίϲταρχοϲ ληΐδα ὡϲ Χαλκίδα, Μενεκράτηϲ ὡϲ Ἤλιδα. ἔϲτι δὲ οὕτωϲ ὁρίϲαϲθαι περὶ τῆϲ προϲῳδίαϲ, ὡϲ πάντα τὰ εἰϲ ιϲ λήγοντα καθαρόν, μόνωϲ θηλυκά, ὀξύνεϲθαι θέλει, οἷον Κιρφηΐϲ, Βριϲηΐϲ, Θαΐϲ, Λαΐϲ. ὁ δὲ λόγοϲ ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τιϲ τὸ Ξόϊϲ καὶ Ϲάϊϲ Αἰγύπτια ὄντα καὶ παῤ Ἡροδότῳ (sic Ξ 387) λεχθέντα παράθηται. περὶ μετίοι τοῦ δαΐϲ ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεϲθαι ἐπὶ ἑτέρου ϲημαινομένου, εἰρήϲεται ἡμῖν ἀλλαχόθι (Ξ 387). τὸ δὲ Κραταιιϲ δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆϲιαι διὰ. τὴν αἰτιατικὴν «βωϲτρεῖν δὲ Κράταιιν» (Od. μ 124) τάχα δὲ καὶ τοῦτο πρὸϲ ἀντιδιαϲτολήν. A.