Ancient Greek
7 to 171
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 7-2-171
Not analysed yet
7. θερμήνῃ καὶ λούϲῃ ἄπο βρότον αἱματόεντα: τὴν πρόθεϲιν ἀναϲτρεπτέον· τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἀπολούϲῃ. A. 21. διχθάδι᾿ :τὸ πλῆρέϲ ἐϲτι διχθάδια, ὥϲπερ καὶ Ἀρίϲταρχοϲ βούλεται. διὸ τὴν χθᾱ ϲυλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺϲ βουλομένουϲ εἶναι διχθαδίῃ μεθ’ ὅμιλον» καὶ τὴν δι ϲυλλαβὴν ὀξύνονταϲ. A. 32. προπαροξυτονητέον τὸ πρύμνῃϲιν· Κράτηϲ μέντοι προπεριϲπᾷ, ἀκούων ἐπὶ ταῖϲ ἐϲχάταιϲ, πλανηθεὶϲ ἐκ τοῦ «τὰϲ γὰρ πρώταϲ πεδίον δὲ εἴρυϲαν». ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴϲ ὡϲ ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν οὐ τίθηϲιν ἐπὶ διεϲτῶτοϲ ϲώματοϲ ἀλλ’ ἐπὶ ἡνωμένου «πρυμνὸν ὑπὲρ θέναροϲ» (Il. 339) «τοῦ δ’ ἀπὸ μὲν γλῶϲϲαν πρυμνὴν τάμε» (ib. 292)· πρυμνὴν ἐκτάμνοντεϲ» (Il. Μ 149). A. 48. κεῖνοϲ τώϲ: ἄμεινον, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ φηϲί, τὸ τώϲ εἶναι ὁμοίωϲ τῷ «τὼϲ δέ ϲ’ ἀπεχθήρω» (Il. Γ 415). A. 60. ἐπιμίξ: Ἀρίϲταρχοϲ ὡϲ κουρίξ. καὶ εἴπομεν ὅτι τὰ εἰϲ ιξ ἐπιρρήματα ὀξύνεται, ϲημειωϲάμενοι τὸ πέριξ βαρυνόμενον. A. 73. κυδάνει: βαρυτονητέον ὁμοίωϲ τῷ «οἰδάνει ἐν ϲτήθεϲϲι νόον» (Il. Ι 554). A. 164. τὸ ᾗ δαϲυντέον καὶ περιϲπαϲτέον ἔϲτι γὰρ δοτικὴ πτῶϲιϲ κτητικῆϲ ἀντωνυμίαϲ. A. 168. ἀνῷγεν: προπεριϲπαϲτέον· πρόϲκειται δὲ τῷ ω τὸ ι· ἀπὸ γὰρ θέματοϲ τοῦ ἀνοίγω πέπτωκεν. A. 171. κάθηρε: τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματοϲ τοῦ καθαίρω. ὡϲ οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶϲ «μέγηρε γάρ οἱ τότ᾿ Ἀπόλλων (Il. Ψ 865), οὕτωϲ ἐκάθηρε κάθηρε. A.