Ancient Greek
ΕΙC THN Υ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 72
Not analysed yet
72. ϲῶκοϲ ἐριούνιοϲ Ἑρμῆϲ. Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον «ὦ Ϲῶχ’ Ἱππάϲου υἱέ» (Π. Λ 450), ὥϲπερ ἐπὶ τοῦ Λεῦκοϲ, Γλαῦκοϲ (potius λωκόϲ, γλαυκόϲ). οὐκ ἔϲτι δὲ ὅμοιον τοῖϲ προκειμένοιϲ κοινοῖϲ ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ, ὥϲπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβοϲ. διὸ βαρυτονητέον ὁμοίωϲ καὶ αὐτῷ τῷ κυρίῳ. εἰϲὶ δὲ ο ἳ ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ γὰρ τοῦ ϲάοικοϲ γεγενῆϲθαι τὴν κρᾶϲιν· οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ι, τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ ἐχούϲηϲ. τὰ μέντοι εἰϲ κοϲ λήγοντα διϲύλλαβα οὐ παρεϲχηματιϲμένα εἰϲ γένοϲ θηλυκόν, φύϲει μακρᾷ παραληγόμενα, βορύνεϲθαι θέλει, οἷον φῶκοϲ, θῶκοϲ· οὕτωϲ ϲῶκοϲ. ϲεϲημείωται τὸ ϲηκόϲ. A.