Ancient Greek
8 to 77
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 8-77
Not analysed yet
8. ξυνἕηκε: δαϲύνεται τὸ ξυνἕηκεν. A. 19. ἱκέϲθαι: μέϲοϲ ἀόριϲτοϲ δεύτεροϲ· διὸ παροξύνεται. A. 40. Excidit nota de μηρία et μῆρα v. B 427 et A 464. 52. θαμειαί: Πάμφιλοϲ λέγει θαμεῖαι ὡϲ ὀξεῖαι, Ἀρίϲταρχοϲ δὲ ὡϲ πυκιναί· ὁμοίωϲ δὲ καὶ τὸ ταρφειαί. BL. 53. ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡϲ παῤ οὐδέτερον ϲυγκείμενον. ἀλλ᾿ ὁ τόνοϲ παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ ϲύθεϲιϲ· οὐδὲν γὰρ τῶν εἰϲ αρ ϲυνετέθη οὐδετέρων. A. 56. ῥα: δαϲυντέον τὸ ῥα· πάϲηϲ γὰρ λέξεωϲ τὸ ρ ἀρχόμενον δαϲύνεται πλὴν τοῦ Ρᾶροϲ. ΒL. 59. Excidit nota de παλιμπλαγχθένταϲ v. Λ 326, Π 95. 63. μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: μέχρι τοῦ ἐρείομεν διαϲταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτωϲ Ἡρωδιανόϲ. A. 63. τὸ ἐϲτιν ἐγκλιτικόν ἐϲτιν, εἰ μὴ ἄρχεται ἢ μὴ προηγεῖται ἡ οὔ ἀπόφαϲιϲ. BL. 65. εἴταρ: οὕτωϲ ὀξεῖα εἰϲ τὸν εἴ· τὸ γὰρ τάρ ἐϲτιν ἐγκλιτικὸϲ ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ. καὶ οὐ δεῖ ἀπόϲτροφον βάλλειν εἰϲ τὸ τ. οὐ γάρ ἐϲτιν ὁ τέ ϲύνδεϲμοϲ· ἐπεφέρετο γὰρ ἂν ἕτεροϲ ϲύνδεϲμοϲ. A. 67. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν. A. 77. ἠμέν μοι: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουϲαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐϲτὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78) περιϲπωμένῃ τάϲει ἀναγνωϲτέον· διαβεβαιωτικὸϲ γὰρ ὁ ϲύνδεϲμοϲ. A.