Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 839
Not analysed yet
839. ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ: Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πρὸϲ τὰ προϲηγορικώτερα ποιούμενοϲ τὰϲ ϲυντάξειϲ. ὁμοίωϲ καὶ Νικίαϲ. οὐκέτι μέντοι ἐπὶ τοῦ «Ξάνθῳ ἐπὶ δινήεντι» (Il. Ε 479) «μάχῃ ἐνὶ κυδιανείρῃ (Il. Ζ 124). ἐπεφέρετο γὰρ τὰ προϲηγορικώτερα. ὁ μέντοι Ἀρίϲταρχοϲ τοῖϲ κυριωτέροιϲ ϲυνέταττε τὰϲ προθέϲειϲ· διὸ ἀναϲτρέφων ἀνεγίνωϲκε «Ξάνθου ἄπο δινήεντοϲ» (877), φυλάϲϲων δὲ τὸν τόνον ἐπὶ τοῦ «ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ». εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανόϲ φηϲι ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδοϲ ἀναγινώϲκειν κατὰ ἀναϲτροφήν. εἰ γὰρ δύο ὀνόματά ἐϲτι καθ᾿ ἑνὸϲ ὑποκειμένου λαμβανόμενα καὶ ϲχεδὸν ἕν ἐϲτι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεϲιϲ προηγεῖϲθαι, μέϲη δὲ παρείληπται καθ᾿ ὑποταγήν, ὡϲ ὑποτεταγμένη ἀναϲτραφήϲεται. A.