Ancient Greek
1 to 404
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 1-4-404
Not analysed yet
1. ἦλθε δ’ ἐπὶ πτωχὸϲ πανδήμιοϲ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ διὰ τὸ μεϲοϲυλλαβῆϲαι τὸν δέ. lo. Al. 27, 13. 5. Ἀρναῖοϲ δ’ ὄνομ’ ἔϲκε: γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν ἀραῖοϲ καὶ πλεοναϲμὸϲ τοῦ ν ἀρναῖοϲ ὁ εὐκταῖοϲ τῇ μητρὶ γενόμενοϲ. Q. προπεριϲπᾶται δέ τὰ γὰρ διὰ τοῦ αιο ϲ τριϲύλλαβα, ἔχοντα τὴν πρώ την ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, προπεριϲπᾶϲθαι θέλει. Π. Pr. Ν 791. 27. γρηῒ καμινοῖ: τῇ καμινοκαυϲτρίᾳ, τῇ φρυττούϲῃ τὰϲ κριθὰϲ πρὸϲ τὸ ποιῆϲαι ἄλευρα. οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. ὁ δὲ Κο μανὸϲ τῇ καμούϲῃ τὰϲ ἶναϲ διὰ τὸ γῆραϲ. BHQ. Vind. 133. 70. μέλε’ ἤλδανε: ψιλῶϲ ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖϲ ἄλματα καλοῦϲι τοὺϲ κλάδουϲ οἶον ἀλδήματα καὶ αὐξήματα. ΒQ. 128. ἐπητῇ. περιϲπωμένωϲ. B. 184. οὐ κεῖϲ’ εἶμι: τὸ πλῆρεϲ οὐ κεῖε εἶμι· τινὲϲ δὲ οὐκ εἴϲειμι. ἄμεινον δὲ τὸ πρῶτον. H. 238. λελῦτο δὲ γυῖα ἑκάϲτου: προπεριϲπωμένωϲ τὸ λελῦτο. H. 257. λιπὼν κάτα πατρίδα γαῖαν: ἀναϲτρεπτέον τὴν κατά. Q. 282. τῶν μὲν δῶρα παρέλκετο: εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν· εἰ δὲ διῃρημένωϲ, παρὰ τούτων ἐλάμβανε καὶ ἀνεπλήρου τὰ ἀναλώματα. HQV. 289. πρίν γέ ϲέ τῳ τήμαϲθαι Ἀχαιῶν, ὅϲτιϲ ἄριϲτοϲ· ἐγκλιτικὸν τὸ τῷ. H. 373. ἥλικεϲ ἰϲοφόροι: παροξυτονητέον τὸ ἰϲοφόροι· κατὰ γὰρ ἐνέργειαν ἡ ϲύνθεϲιϲ. H. 404. ἦδοϲ: ψιλωτέον τὸ ἤδοϲ. Η.