Ancient Greek
30 to 432
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 30-432
Not analysed yet
30. οἱ μὲν κεκλήγοντεϲ: κεκληγῶτεϲ καὶ κεκλήγοντεϲ διχῶϲ α Ἀριϲτάρχου. εἰ μὲν διὰ τοῦ ω, περιϲπᾶται, εἰ δὲ διὰ τοῦ ντ, προπαροξύνεται. Η Q. 33. μεταϲπών: ὀξυτονητέον. ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ καὶ μεταϲπόντοϲ ἡ γενική. H. 38. καί κέν μοι: ἀπόλυτοϲ ἡ μοι. B. 65. θεὸϲ δ’ ἔ πι ἔργον ἀέξῃ: ἀναϲτρεπτέον τὴν ἐπί. Η. 73. ἔθνεα ἔρχατο: ψιλωτέον τὸ ἔθνεα καὶ τὸ ἔρχατο. H. 99. ἔϲτ’ ἄφενοϲ: ὅτε ἐϲτὶν ἐν ἀρχῇ ϲτίχου, παροξύνεται. H. 103. ἐνθάδε τε: διχῶϲ ἐνθάδε κεὶ ἔνθα δέ. H. 113. ἐνίπλειον: προπαροξυτόνωϲ. Η. 161. τοῦδ’ οὖ τοῦ λυκάβαν τοϲ: τοῦδ’ αὖ τοῦ τρεῖϲ τόνοι. οὐ δύναται γὰρ εἶναι ἡ αὐτοῦ ἀντωνυμία. τὸ γὰρ αὐτοῦ οὐ λέγει Ὅμη ροϲ εἰ μὴ ἐπὶ εἰρημένοιϲ τιϲὶν ἀναφορικῶϲ. ΗQ. 185. ἐνίϲπεϲ: ϲπέϲ ἐνίϲπεϲ ὡϲ θέϲ ἐπίθεϲ, ϲχέϲ ἐπίϲχεϲ. ἔνιϲπε δὲ ἀπὸ τοῦ ἐνίϲπω ὡϲ ἔλαυνε ἀπὸ τοῦ ἐλαύνω. H. 222. τοῖοϲ ἔα ἐν πολέμῳ: τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ. διὸ ϲυϲταλτέον τὸ α. λέγεται καὶ διὰ τοῦ η «οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ φυγοπτόλεμοϲ» (213). ΙΙ. Pr. ε 887. 260. ἔρυϲθαι. ἐνεϲτῶτόϲ ἐϲτιν ὡϲ πήγνυϲθαι, παρακειμένου δὲ εἰρύϲθαι. Q. 272. τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι. ἡ ϲφίϲιν ὀρθοτονεῖται εἰϲ ϲύνθετον μεταλαμβανομένη. ἔϲτι δὲ καὶ ὅτε εἰϲ ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται «τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι». οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ’ αὐτοῖϲ τοῖϲ ἄγουϲιν. Il. Pr. Δ 2. 290. παρπεπιθών: ὀξυτόνωϲ ἡ μετοχή, δευτέρου γὰρ ἀορίϲτου. BQ. 328. ἐπακούϲαι: παροξυτόνωϲ τὸ ἐπακούϲαι. H. 332. κατειρύϲθαι· παρακειμένου ἐϲτί. διὸ παροξύνεται. H. 400. ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπευτήϲ: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὁμοίωϲ τῷ ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων »(Ιl. 1 409). IΙ. Pr. 192. 411. ἔρξαν: ψιλωτέον τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλειϲαν, τὸ γὰρ δαϲυνόμενον ἀντὶ τοῦ ἔθυϲαν. ἐτυμολογεῖται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλειϲαν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυϲαν ἀπὸ τοῦ ἕρδω τὸ θύω. ΒQ. 432. βάλλον δ’ εἰν ἐλεοῖϲιν: δαϲύνεται τὸ ἐλεοῖϲιν. H. ?