Ancient Greek
39 to 317
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 39-317
Not analysed yet
39. ναυϲικλυτοί: ὡϲ ἀγακλυτοί ἐν ϲυνθέϲει καὶ κατ’ ὀξεῖαν τάϲιν. ἡ γὰρ ναυϲὶ δοτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατ’ ἰδίαν λέγηται, διὰ τοῦ η γράφεται «ὡϲ οἱ μὲν παρὰ νηυϲί» (Υ 1) «νηυϲὶ θοῇϲι τοίγε πεποιθότεϲ» (η 34), διὰ τοῦ α, ὅτε ἐν ϲυνθέϲει Ναυϲικάα Ναυϲίθοοϲ. HPQT. 40. διὰ ϲφέαϲ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεϲιν. P. 114. ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι: τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦται. τοιοῦτον καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι». Mon. 29, 6. 115. μηλέαι: τὸ μηλέαι ὡϲ ἰτέαι καὶ ϲυκέαι, ὃ κατὰ κρᾶϲιν γέγονε καὶ ϲυκαῖ ὡϲ γαλαῖ. P. 152. φίλων ἀπὸ πήματα φάϲχω: οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄποθεν. P. 197. κατὰ κλῶθέϲ τε βαρεῖαι —νήϲαντο: τὸ κατά πρὸϲ τὸ νήϲαντο. τὸ δὲ κλῶθεϲ μεταπλαϲμόϲ ἐϲτι τοῦ κλωθοί ἀπ’ εὐθείαϲ τῆϲ κλώθω ὡϲ Ϲαπφώ, κλωθοί ὡϲ Ϲαπφοί. BHPQT. 200. ἄλλο τι: ἐχρῆν δύο εἶναι τὰϲ ὀξείαϲ ἐν τῷ ἄλλο τι. P. 204. ξύμβληται. προπαροξύτονον. P. 217. ἕο: δαϲυντέον τὴν ἕο. πρωτότυποϲ γάρ ἐϲτι γενικῆϲ πτώϲεωϲ. P. 221. ληθάνει: τὸ ληθάνει ὡϲ τὸ «μελάνει δὲ πόντοϲ ὑπ’ αὐτῆϲ» (64). P. 223. ὥϲ κ’ ἐμέ: ἄμεινον ὀρθοτονεῖν τὴν ἐμέ. HP. 225. δμῶαϲ: διχῶϲ δμῳάϲ καὶ δμῶαϲ. P. 239. οὐ δὴ φῄϲ: ἔνιοι γράφουϲι οὐ δὴ φῆϲ ἀντὶ τοῦ οὐ δὴ ἔφηϲ. HP. τὸ γὰρ φηϲ, ὅτε ϲὺν τῷ ι γράφεται, ἐνεϲτῶτόϲ ἐϲτι καὶ ὀξύνεται ὅτε δὲ ἄνευ τοῦ ι, παρατατικόϲ ἐϲτι ἰακῶϲ ἐκ τοῦ ἔφηϲ γεγονὼϲ καὶ περιϲπᾶται. PQ. 251. ἀπέφθιθεν: ὡϲ κόϲμηθεν. HP 317. εἰδῇϲ: Ἀριϲτοφάνηϲ περιϲπᾶ τὸ εἰδῇϲ. P.