Ancient Greek
39 to 417
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 39-2-417
Not analysed yet
39. ὅτεων: διχῶϲ ὅτεων καὶ ὁτεων. ἐκράτηϲε δὲ ὅτεων προπαροξυτόνωϲ. Q. 43. τάδ’ ἔδωκεν: οὕτωϲ Ἀρίϲταρχοϲ· ἄλλοι δὲ τὰ δέδωκε καὶ τάγ’ ἔδωκεν καὶ τάγε δῶκεν. Ἡρωδιανόϲ. H. 52. ἦ ἀκέων τλαίην: ὁ δεύτεροϲ η περιϲπαϲθήϲεται. Η. 69. δύναμιϲ γὰρ ἐν ὑμῖν: ὀρθοτονητέον τὸ ὑμῖν. τὸ δὲ ἐν οὐ ϲημαίνει τὸ ἔνεϲτι. H. 169. καταλοφάδεια. ὑφ’ ἓν ἀναγνωϲτέον ὡϲ τὸ κατωμάδεια καὶ τόνῳ καὶ ϲημαινομένῳ. BQ. 290. κυκεῶ: κυκεῶνα κατὰ ϲυγκοπήν. 362. θυμῆρεϲ: τὸ μὲν θυμῆρεϲ προπεριϲπωμένωϲ, τὸ δὲ θυμαρέϲ ὀξυτόνωϲ. γράφεται γὰρ ἀμφότερον. P. 379. βρώμηϲ: ὡϲ ῥώμηϲ· ὅμοιον δὲ αὐτῷ ἐϲτι καὶ τρώμη. καὶ Ἀρίϲταρχοϲ παροξύνει. H. 380. ἦ τινά που δόλον ἄλλον ὀΐεαι: περιϲπαϲτέον τὸ η. διαπορητικὸν γάρ ἐϲτι. H. 417. ἵνα τε τράφεν ἠδὲ γένοντο: