Ancient Greek
ΕΙϹ ΤΗΝ Γ.
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 444
Not analysed yet
444. Περϲεὺϲ δ’ ἀμνίον εἶχε: ἀμνίον ὡϲ πηνίον. HM. Ζηνόδοτοϲ δὲ ἐν ταῖϲ ἀπὸ τοῦ δ γλώϲϲαιϲ τίθηϲι τὴν λέξιν. Μ. καὶ Νίκανδροϲ δὲ καὶ Θεοδωρίδαϲ ἀπὸ τοῦ δάμναϲθαι προφέρονται ἀϲυνδέτωϲ δαμνίον· Πορϲίλοϲ (?)δὲ ὁ Ἱεραπύτνιοϲ παρὰ Ἱεραπυτνίοιϲ ἔτι ϲώζεϲθαι τὴν φωνὴν αἱμνίον δαϲέωϲ μετὰ τοῦ ι κατ’ ἀρχὴν προφερομένην παρὰ τὸ αἷμα. καὶ Ἀπολλόδωρόϲ φηϲιν ὡϲ εἰκὸϲ ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτωϲ αὐτὸ προφέρεϲθαι, ὑπὸ δέ τινων περιῃρῆϲθαι τὸ ι. HMQR.