Ancient Greek
Section 7
Aelius Herodianus, Περὶ ὀνομάτων 7
Not analysed yet
7. Ιl. Pr. Ε 9: Δάρηϲ ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγένετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα ἐν ἔχοντα ϲύμφωνον εἰϲ ουϲ περατοῦται κατὰ τὴν γενικὴν ϲαφοῦϲ, πρηνοῦϲ, προλοῦϲ, φραδοῦϲ «φραδέοϲ νόου ἔργα» (Ιl. 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ· περὶ δὲ τοῦ ψιλῆτοϲ παρ’ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτεϲ τ’ἐμάχοντο» (Ιl. 1529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον.