Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 114
Aelius Herodianus, Περὶ ὀρθογραφίας 114.1-2
Not analysed yet
ἐκεῖνοϲ: ει δίφθογγοϲ. καὶ γὰρ οἱ Δωριεῖϲ κῆνοϲ καὶ τῆνοϲ διὰ τοῦ η ποιοῦϲι τὴν γραφήν. ἔθοϲ γὰρ ἔχουϲι τὴν ει δίφθογγον τρέπειν οἷον πλείων πλήων, μείων μήων. αἱ δὲ πρωτότυποι ἀντωνυμίαι αἱ μονοπρόϲωποι ἀπὸ φωνήεντοϲ θέλουϲιν ἄρχεϲθαι οἷον αὐτόϲ οὗτοϲ, οὕτωϲ οὖν καὶ τὸ ἐκεῖνοϲ προϲέλαβε τὸ ε διὰ τὸν κανόνα τοῦτον.