Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ε., Section 115
Aelius Herodianus, Περὶ ὀρθογραφίας 115.1-2
Not analysed yet
ἐκεινοϲί: διὰ τοῦ ι τὸ ϲι. κατ᾿ ἐπέκταϲιν γάρ ἐϲτιν. αἱ δὲ ἐπεκτάϲειϲ οὐ γίνονται διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι. τὸ οὖν οἱονεί καὶ ὡϲπερεί γραφόμενα διὰ τῆϲ ει διφθόγγου οὐκ ἔϲτι κατ᾿ ἐπέκταϲιν, ἀλλὰ διάφορα μέρη λόγου εἰϲίν. τὸ γὰρ οἱονεί δύο μέρη λόγου ἐϲτὶν τὸ οἷον ὄνομα καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ. τὸ δὲ ὡϲπερεί τρία μέρη λόγου ἐϲτίν. ἔϲτι γὰρ ὡϲ ἐπίρρημα καὶ τὸ πέρ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ.