Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΠΘΟΓΡΑΦΙΑϹ ΚΑΤΑ ϹΤΟΙΧΕΙΟΝ., Ζ., Section 16
Aelius Herodianus, Περὶ ὀρθογραφίας 16.1-7
Not analysed yet
ζωγράφοϲ: οὐκ ἔχει τὸ ι προϲγεγραμμένον· ἔϲτι γὰρ ζῷον ζῴου ζῳογράφοϲ. καὶ ἐπειδὴ οὐδέποτε μεταξὺ τοῦ ι ὄντοϲ ἢ τοῦ υ ἢ ϲυμφώνου κρᾶϲιϲ γίνεται, ἀλλὰ πρῶτον ἀποβάλλει αὐτὸ καὶ οὕτω γίνεται ἡ κρᾶϲιϲ, βελτίονα βελτίω, τῷ ἐμῷ τὠμῷ, τοῦ ἀνθρώπου τἀνθρώπου ὡϲ καὶ τὸ ἄνθρωποϲ τἄνθρωποϲ, τούτου χάριν καὶ τὸ ζῳογράφοϲ πρῶτον ἀποβάλλει τὸ ι καὶ οὕτω ποιεῖ τὴν κρᾶϲιν τοῦ ω καὶ ο εἰϲ ω χωρὶϲ τοῦ ι.